Sacred Texts  Bible  Index 
Polyglot  Apo  Vul 

Sirach Index
  Previous  Next 

Septuagint: Sirach Chapter 43

1 γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης

2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου

3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται

4 κάμινον φυσῶν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς

5 μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν

6 καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος

7 ἀπὸ σελήνης σημεῖον ἑορτῆς φωστὴρ μειούμενος ἐπὶ συντελείας

8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει σκεῦος παρεμβολῶν ἐν ὕψει ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων

9 κάλλος οὐρανοῦ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου

10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν

11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ

12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό

13 προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ

14 διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά

15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας καὶ διεθρύβησαν λίθοι χαλάζης

16 καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη ἐν θελήματι αὐτοῦ πνεύσεται νότος

17 φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος

18 ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία

19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα

20 ψυχρὸς ἄνεμος βορέης πνεύσει καὶ παγήσεται κρύσταλλος ἐφ᾽ ὕδατος ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ

21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ

22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει

23 λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους

24 οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν

25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα ποικιλία παντὸς ζῴου κτίσις κητῶν

26 δι᾽ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα

27 πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός

28 δοξάζοντες ποῦ ἰσχύσομεν αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ

29 φοβερὸς κύριος καὶ σφόδρα μέγας καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ

30 δοξάζοντες κύριον ὑψώσατε καθ᾽ ὅσον ἂν δύνησθε ὑπερέξει γὰρ καὶ ἔτι καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι μὴ κοπιᾶτε οὐ γὰρ μὴ ἀφίκησθε

31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν

32 πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ

33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν


Next: Sirach Chapter 44