Sacred Texts  Bible  Index 
Polyglot 

Psalms of Solomon Index
  Previous  Next 

Septuagint: Psalms of Solomon Chapter 11

0 τῷ Σαλωμων εἰς προσδοκίαν

1 σαλπίσατε ἐν Σιων ἐν σάλπιγγι σημασίας ἁγίων κηρύξατε ἐν Ιερουσαλημ φωνὴν εὐαγγελιζομένου ὅτι ἠλέησεν ὁ θεὸς Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν

2 στῆθι Ιερουσαλημ ἐφ᾽ ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου

3 ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός

4 ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν

5 οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός

6 ἵνα παρέλθῃ Ισραηλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν

7 ἔνδυσαι Ιερουσαλημ τὰ ἱμάτια τῆς δόξης σου ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι

8 ποιήσαι κύριος ἃ ἐλάλησεν ἐπὶ Ισραηλ καὶ Ιερουσαλημ ἀναστήσαι κύριος τὸν Ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ

9 τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι


Next: Psalms of Solomon Chapter 12