Sacred Texts  Bible  Index 
Polyglot 

4 Macabees Index
  Previous  Next 

Septuagint: 4 Macabees Chapter 3

1 ἔστιν δὲ κομιδῇ γελοῖος ὁ λόγος οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται ἀλλὰ τῶν σωματικῶν

2 οἷον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμῶν ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι

3 θυμόν τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς ἀλλὰ τῷ θυμῷ δυνατὸν τὸν λογισμὸν βοηθῆσαι

4 κακοήθειάν τις ἡμῶν οὐ δύναται ἐκκόψαι ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δύναιτ᾽ ἂν ὁ λογισμὸς συμμαχῆσαι

5 οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν ἀλλὰ ἀνταγωνιστής

6 ἔστιν γοῦν τοῦτο διὰ τῆς Δαυιδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι

7 ἐπεὶ γὰρ δι᾽ ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοφύλοις ὁ Δαυιδ πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν

8 τότε δὴ γενομένης ἑσπέρας ἱδρῶν καὶ σφόδρα κεκμηκὼς ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθεν περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει

9 οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν

10 ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν καίπερ ἀφθόνους ἔχων πηγάς οὐκ ἠδύνατο δι᾽ αὐτῶν ἰάσασθαι τὴν δίψαν

11 ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγεν καὶ λύουσα κατέφλεγεν

12 ὅθεν τῶν ὑπασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας

13 καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας διεξῄεσαν ἀνερευνώμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον

14 καὶ ἀνευράμενοι τὴν πηγὴν ἐξ αὐτῆς θαρραλέως ἐκόμισαν τῷ βασιλεῖ τὸ ποτόν

15 ὁ δὲ καίπερ τῇ δίψῃ διαπυρούμενος ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι

16 ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισεν τὸ πόμα τῷ θεῷ

17 δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς

18 καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθ᾽ ὑπερβολὴν οὔσας καταπαλαῖσαι καὶ τῇ καλοκἀγαθίᾳ τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας

19 ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ

20 ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον καὶ ἔπραττον καλῶς ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι

21 τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόποις ἐχρήσαντο συμφοραῖς


Next: 4 Macabees Chapter 4