Sacred Texts  Bible  Index 
Psalms of Solomon Index
  Previous  Next 

Psalms of Solomon 3

Sep

0 ψαλμὸς τῷ Σαλωμων περὶ δικαίων

1 ἵνα τί ὑπνοῖς ψυχή καὶ οὐκ εὐλογεῖς τὸν κύριον ὕμνον καινὸν ψάλατε τῷ θεῷ τῷ αἰνετῷ

2 ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας

3 δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου

4 οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι κυρίου

5 προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτοῦ

6 ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφ᾽ ἁμαρτίαν

7 ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ ὁ δίκαιος τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ

8 ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχῆς αὐτοῦ καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ

9 προσέκοψεν ἁμαρτωλὸς καὶ καταρᾶται ζωὴν αὐτοῦ τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός

10 προσέθηκεν ἁμαρτίας ἐφ᾽ ἁμαρτίας τῇ ζωῇ αὐτοῦ ἔπεσεν ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ καὶ οὐκ ἀναστήσεται

11 ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα καὶ οὐ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους

12 αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι


Next: Psalms of Solomon 4